----------------------------------------
Ἀνάρτησις: Ἱστολόγιον ΔΙΑΔΙΚΤΥΑΚΗ ΠΑΤΕΡΙΚΗ ΣΑΓΗΝΗ
Τίτλος: ΤΙ ΛΕΓΩΣΙΝ ΟΙ ΑΓΙΟΙ ΔΙΑ ΤΗΝ ΚΟΙΝΩΝΙΑΝ ΜΕΤΑ ΤΩΝ ΑΙΡΕΤΙΚΩΝ;
----------------------------------------
 |
| Ὁ ἱερὸς Χρυσόστομος εἰς τὴν ἐξορίαν. |
Ὁ Ἱερὸς Χρυσόστομος προτρέπει τὴν ἀποφυγὴν κοινωνίας οὐχὶ μόνον τῶν αἱρετιζόντων ἀλλὰ καὶ τῶν Ἱερωμένων εἰς τοὺς ὁποίους παρατηροῦμε σοβαρὰ πλημμελήματα. Λέγει σχετικά: «Τί ποιῇς ἄνθρωπε; Παρεβάθη ὁ νόμος, κατεφρονήθη σωφροσύνη, πλημμελήματα τοσαῦτα ἐτολμήθη παρὰ τινος τῶν Ἱερωμένων, τὰ ἄνω κάτω γέγονε καὶ οὐ φρίττεις;... οὐκ ἀλγεῖς; οὐκ ἐπιμιτᾷς..., ἀλλὰ κοινωνεῖς;» (Ρ.G. 55, 252)
Ἐπίσης συνιστᾶ: «Εἰ που τὴν εὐσέβειαν παραβλαπτομένην ἴδοις, μὴ προτίμα τὴν ὁμόνοιαν τῆς ἀληθείας, ἀλλ᾿ ἵστασο γενναίως ἕως θανάτου... τὴν ἀλήθειαν μηδαμοῦ προδιδούς.» «Μηδὲν νόθον δόγμα τῷ τῆς ἀγάπης προσχήματι παραδέχησθε.»
Ὁ Ἀπόστολος τῶν Ἐθνῶν Παῦλος λέγει: «Παραγγέλομεν δὲ ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὐμᾶς (=δηλαδὴ νὰ μὴν ἔχετε πλέον ἐπικοινωνίαν, νὰ παύετε τὸν συγχρωτισμὸν καὶ τὴν ἐκκλησιαστικὴν κοινωνίαν) ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν.» (Β΄ Θεσ., γ΄, 6)
Ὁ εἷς ἐκ τῶν τριῶν Ἱεραρχῶν, ὁ οὐρανοφάντωρ Μέγας Βασίλειος λέγει: «Οἵτινες τὴν ὑγιᾶ ὀρθόδοξον πίστιν προιούμενοι ὁμολογεῖν κοινωνοῦσι δὲ τοῖς ἑτερόφροσι, τοὺς τοιούτους, εἰ μετὰ παραγγελίαν μὴ ἀποστῶσιν, μὴ μόνον ἀκοινωνήτους ἔχειν, ἀλλὰ μηδὲ ἀδελφοὺς ὀνομάζειν.»
«Προδοσία οὖν ἐστι τῆς ἀληθείας, καὶ ἐπιβουλὴ τοῦ κοινοῦ, καὶ ἐθισμὸς πρὸς ἀδιαφορίαν κακῶν, ἡ πρὸς τοὺς πονηρευομένους ἐσχηματισμένη χρηστότης.» (Μεγάλου Βασιλείου, Κεφάλαια τῶν κατὰ πλάτος ὅρων, v. 31, p. 989, l. 3-9)
Ὁ Ἅγιος Θεόδωρος ὁ Στουδίτης λέγει: «Ἐχθροὺς γὰρ Θεοῦ ὀ Χρυσόστομος οὐ μόνον τοὺς αἱρετικοὺς, ἀλλὰ καὶ τοὺς τοῖς τοιούτοις κοινωνοῦντας μεγάλη καὶ πολλὴ τῇ φωνῇ ἀπεφήνατο.» (P.G. 99, 1049Α)
«Μηδεμίαν κοινωνίαν ἔχειν ἡμᾶς πρὸς τοὺς αἱρετικοὺς, ἀλλὰ μὴν μηδὲ πρὸς τοὺς κοινωνοῦντας μετὰ τῶν ἀσεβῶν.» (P.G. 99, 1393Α)
Ὁ Μέγας Ἀθανάσιος λέγει: «'Ὠν τὸ φρόνημα ἀποστρεφόμεθα, τούτους καὶ τῆς κοινωνίας προσήκει φεύγειν.»
Ὁ Ἅγιος Γρηγόριος ὁ Θεολόγος λέγει: «Κρείττων γὰρ ἐπαινετὸς πόλεμος εἰρήνης χωριζούσης Θεοῦ.»
Ὁ Ἅγιος Μᾶρκος ὁ Εὐγενικὸς τέλος λέγει: «Ἅπαντες οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, πᾶσαι αἱ σύνοδοι καὶ πᾶσαι αἱ Θεῖαι Γραφαὶ φεύγειν τοὺς ἑτερόφρονας παραινοῦσι καὶ τῆς αὐτῶν κοινωνίας διίστασθαι.»
Κάθε ἐλπίδα εἰς σὲ ἔχω Πανάμωμε, διὸ εὔχομαι ὅπως εὕρωμεν ἅπαντες τὸ ἄπειρον ἔλεος τοῦ Τρισαγίου Θεοῦ διὰ τῶν ἰδικῶν σου μεσιτειῶν καὶ ἰκεσιῶν ὅπως καὶ διὰ τῶν εὐχῶν τοῦ Ἁγίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἱωάννου, τοῦ Ὁσίου Βαρσανουφίου τοῦ Μεγάλου, τοῦ Ἁγίου Ἀρχιεπισκόπου Ματθαίου τοῦ Μυροβλύτου, καὶ τοῦ Σεβασμιωτάτου Μητροπολίτου Λαρίσης καὶ Τυρνάβου κ.κ. Φιλοθέου.
Related Posts